Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.227 Joseph. AJ 2.232 (English) >>Joseph. AJ 2.236

2.230σύνεσις δὲ οὐ κατὰ τὴν ἡλικίαν ἐφύετʼ αὐτῷ τοῦ δὲ ταύτης μέτρου πολὺ κρείττων, καὶ πρεσβυτέραν διεδείκνυεν ταύτης τὴν περιουσίαν ἐν ταῖς παιδιαῖς, καὶ μειζόνων τῶν ὑπʼ ἀνδρὸς γενησομένων ἐπαγγελίαν εἶχε τὰ τότε πραττόμενα. καὶ τριετεῖ μὲν αὐτῷ γεγενημένῳ θαυμαστὸν θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα, 2.231πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως, ὡς Μωυσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας, πολλοῖς τε συνέβαινε καθʼ ὁδὸν φερομένῳ συντυγχάνουσιν ἐπιστρέφεσθαι μὲν ὑπὸ τῆς ὄψεως τοῦ παιδός, ἀφιέναι δὲ τὰ σπουδαζόμενα καὶ τῇ θεωρίᾳ προσευσχολεῖν αὐτοῦ· καὶ γὰρ χάρις παιδικὴ πολλὴ καὶ ἄκρατος περὶ αὐτὸν οὖσα κατεῖχε τοὺς ὁρῶντας. 2.232

Ὄντα δʼ αὐτὸν τοιοῦτον Θέρμουθις παῖδα ποιεῖται γονῆς γνησίας οὐ μεμοιραμένη, καί ποτε κομίσασα τὸν Μωυσῆν πρὸς τὸν πατέρα ἐπεδείκνυε τοῦτον καὶ ὡς φροντίσειε διαδοχῆς, εἰ καὶ βουλήσει θεοῦ μὴ τύχοι παιδὸς γνησίου, πρὸς αὐτόν τε ἔλεγεν, ἀναθρεψαμένη παῖδα μορφῇ τε θεῖον καὶ φρονήματι γενναῖον, θαυμασίως δὲ αὐτὸν καὶ παρὰ τῆς τοῦ ποταμοῦ λαβοῦσα χάριτος ἐμαυτῆς μὲν ἡγησάμην παῖδα ποιήσασθαι, τῆς δὲ σῆς βασιλείας 2.233διάδοχον.” ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐνετίθει τὸ βρέφος, δὲ λαβὼν καὶ προστερνισάμενος κατὰ φιλοφρόνησιν χάριν τῆς θυγατρὸς ἐπιτίθησιν αὐτῷ τὸ διάδημα· καταφέρει δʼ Μωυσῆς εἰς τὴν γῆν περιελόμενος αὐτὸ κατὰ νηπιότητα δῆθεν ἐπέβαινέ τε αὐτῷ τοῖς ποσί.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.227 Joseph. AJ 2.232 (English) >>Joseph. AJ 2.236

Powered by PhiloLogic